top of page

Το Σύμβολον της Πίστεως

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρός γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ. Γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρὸς. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς μίαν, ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Οι Δέκα Εντολές

  1. Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, οὐκ ἔσονται σοὶ θεοὶ ἕτεροι πλὴν ἑμοῦ.

  2. Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.

  3. Οὐ λήψει τὸ ὄνομα τοῦ Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ.

  4. Ἓξ ἡμέρας ἔργα καὶ ποιήσεις πάντα τὰ ἔργα σου. Τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου.

  5. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς.

  6. Οὐ μοιχεύσεις.

  7. Οὐ κλέψεις.

  8. Οὐ φονεύσεις.

  9. Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ.

  10. Οὐκ ἐπιθυμήσεις πάντα ὅσα τῷ πλησίον σου ἐστι.

Οι Δύο Εντολές της Αγάπης

  1. Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.

  2. Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

Τα Επτά Μυστήρια της Εκκλησίας

  1. Το Βάπτισμα.

  2. Το Χρίσμα.

  3. Η Θεία Ευχαριστία.

  4. Η Μετάνοια.

  5. Το Ευχέλαιον.

  6. Η Ιερωσύνη.

  7. Ο Γάμος.

Τα Επτά Δώρα του Αγίου Πνεύματος

  1. Σοφία.

  2. Φρόνησις.

  3. Συμβουλή.

  4. Ανδρεία.

  5. Γνώσις.

  6. Ευσέβεια.

  7. Φόβος Θεού.

Οι Τρεις Θεολογικές Αρετές

  1. Πίστις.

  2. Ελπίς.

  3. Αγάπη.

Οι Επτά Κεφαλαιώδεις Αμαρτίες

  1. Υπερηφάνεια.

  2. Φιλαργυρία.

  3. Πορνεία.

  4. Φθόνος.

  5. Λαιμαργία.

  6. Οργή.

  7. Οκνηρία.

bottom of page