top of page

Καθημερινές Προσευχές

ΤΟ ΣΗΜΕΙΟΝ ΤΟΥ ΣΤΑΥΡΟΥ

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

 

Η ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

 

Ο ΑΓΓΕΛΙΚΟΣ ΑΣΠΑΣΜΟΣ

Χαῖρε Μαρία κεχαριτωμένη,  ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὁ Ἰησοῦς. Ἁγία Μαρία, Θεοτόκε, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, νῦν καὶ ἐν τῇ ὥρᾳ τοῦ θανάτου ἡμῶν. Ἀμήν.

 

ΜΙΚΡΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

ΒΑΣΙΛΕΥ ΟΥΡΑΝΙΕ

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

 

ΠΡΑΞΙΣ ΠΡΟΣΦΟΡΑΣ ΠΡΟΣ ΤΗΝ ΙΕΡΑΝ ΚΑΡΔΙΑΝ ΤΟΥ ΙΗΣΟΥ

Ἱερὰ Καρδία τοῦ Ἰησοῦ, σοὶ προσφέρω, μέσῳ τῆς Ἀμιάντου Καρδίας τῆς Μαρίας, τὰς προσευχάς, τὰ ἔργα καὶ τὰς θλίψεις τῆς ἡμέρας ταύτης, πρὸς ἱκανοποίησιν τῶν ἁμαρτιῶν μου καὶ δι᾽ ὅλους τοὺς σκοπούς, διὰ τοὺς ὁποίους ἀκαταπαύστως θυσιάζεσαι ἐπὶ τοῦ Ἱεροῦ Βήματος. Ἀμήν.

 

ΑΓΓΕΛΟΣ

Η προσευχή αυτή απαγγέλλεται κατά την ανατολή και τη δύση τού ηλίου, καθώς και στις 12:00 το μεσημέρι.

Ἄγγελος Κυρίου εὐαγγελίσατο τῇ Μαρίᾳ, καὶ συνέλαβεν ἐκ Πνεύματος Ἁγίου.

Χαῖρε Μαρία, κλπ.

 

Ἰδοὺ ἡ Δούλη τοῦ Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά Σου.

Χαῖρε Μαρία, κλπ.

 

Καὶ ὁ Λόγος Σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.

Χαῖρε Μαρία, κλπ.

 

℣. Δέου ὑπὲρ ἡμῶν Ὑπεραγία Θεοτόκε,

℞. Ἳνα ἀξιωθῶμεν τῶν ἐπαγγελιῶν τοῦ Χριστοῦ.

 

Δεηθῶμεν. Τὴν χάριν Σου, δεόμεθά Σου Κύριε, εἰς τὰς διανοίας ἡμῶν ἀπόστειλον, ἵνα διὰ τοῦ ἀποκαλύψαντος Ἀγγέλου ἔλθωμεν εἰς ἐπίγνωσιν τῆς Ἐνσαρκώσεως τοῦ Χριστοῦ καὶ Υἱοῦ Σου, καὶ διὰ τῶν μυστηρίων τοῦ Πάθους καὶ τῆς Σταυρώσεως ὁδηγηθῶμεν εἰς τὴν δόξαν τῆς Ἀναστάσεως. Διὰ τοῦ Αὐτοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν.

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (τρίς)

 

Για τους κεκοιμημένους:

℣. Αἰωνίαν ἀνάπαυσιν δὸς αὐτοῖς, Κύριε,

℞. Καὶ τὸ φῶς τὸ ἀνέσπερον ἂς λάμψῃ αὐτοῖς.

 

ΒΑΣΙΛΙΣΣΑ ΤΟΥ ΟΥΡΑΝΟΥ

Κατά την πασχαλινή περίοδο, από το Μέγα Σάββατο μέχρι την Πεντηκοστή, ὁ «Ἄγγελος» αντικαθίσταται από την προσευχή «Βασίλισσα τοῦ Οὐρανοῦ».

Βασίλισσα τοῦ Οὐρανοῦ, ἀγάλλου, ἀλληλούϊα!

Ὅτι ὃν ἠξιώθης φέρειν Σύ, ἀλληλούϊα,

Ἀνέστη καθὼς προεῖπεν, ἀλληλούϊα!

Πρέσβευε ὑπὲρ ἡμῶν τῷ Θεῷ, ἀλληλούϊα.

 

℣. Χαῖρε καὶ ἀγάλλου, Παρθένε Μαρία, ἀλληλούϊα.

℞. Ὅτι ἀνέστη Κύριος ἀληθῶς, ἀλληλούϊα.

 

Δεηθῶμεν. Θεέ, ὁ τῇ Ἀναστάσει τοῦ σοῦ Υἱοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν τῇ σῇ εὐδοκίᾳ, τὸν κόσμον χαροποιήσας, δὸς, δεόμεθά σου, ἵνα διὰ τῆς Θεογεννήτορος Παρθένου Μαρίας ἀξιωθῶμεν τῆς χαρᾶς τῆς αἰωνίου ζωῆς. Διὰ τοῦ Αὐτοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν.

 

Επόμενο:

Το Άγιο Ροδάριο

bottom of page